Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.176 Joseph. AJ 8.181 (English) >>Joseph. AJ 8.184

8.179

δὲ τοῦ χρυσοῦ σταθμὸς τοῦ κομισθέντος αὐτῷ τάλαντα ἑξακόσια καὶ ἑξήκοντα καὶ ἕξ, μὴ συγκαταριθμουμένου καὶ τοῦ ὑπὸ τῶν ἐμπόρων ὠνηθέντος μηδʼ ὧν οἱ τῆς Ἀραβίας τοπάρχαι καὶ βασιλεῖς ἔπεμπον αὐτῷ δωρεῶν. ἐχώνευσε δὲ τὸν χρυσὸν εἰς διακοσίων κατασκευὴν θυρεῶν ἀνὰ σίκλους ἀγόντων ἑξακοσίους. 8.180ἐποίησε δὲ καὶ ἀσπίδας τριακοσίας ἀγούσης ἑκάστης χρυσίου μνᾶς τρεῖς· ἀνέθηκε δὲ ταύτας φέρων εἰς τὸν οἶκον τὸν δρυμῶνα Λιβάνου καλούμενον. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐκπώματα διὰ χρυσοῦ καὶ λίθου τὰ πρὸς τὴν ἑστίασιν ὡς ἔνι μάλιστα φιλοτεχνῶν κατεσκεύασε καὶ τὴν ἄλλην τῶν σκευῶν δαψίλειαν χρυσέαν ἅπασαν ἐμηχανήσατο· 8.181οὐδὲν γὰρ ἦν τις ἀργύρῳ ἐπίπρασκεν πάλιν ἐωνεῖτο, ἀλλὰ πολλαὶ γὰρ ἦσαν ναῦς, ἃς βασιλεὺς ἐν τῇ Ταρσικῇ λεγομένῃ θαλάττῃ καταστήσας παραγαγεῖν εἰς τὰ ἐνδοτέρω τῶν ἐθνῶν παντοίαν ἐμπορίαν προσέταξεν, ὧν ἐξεμπολουμένων ἄργυρός τε καὶ χρυσὸς ἐκομίζετο τῷ βασιλεῖ καὶ πολὺς ἐλέφας Αἰθίοπές τε καὶ πίθηκοι. τὸν δὲ πλοῦν ἀπιοῦσαί τε καὶ ἐπανερχόμεναι τρισὶν ἔτεσιν ἤνυον. 8.182

Φήμη δὲ λαμπρὰ πᾶσαν ἐν κύκλῳ τὴν χώραν περιήρχετο διαβοῶσα τὴν Σολόμωνος ἀρετὴν καὶ σοφίαν, ὡς τούς τε πανταχοῦ βασιλεῖς ἐπιθυμεῖν εἰς ὄψιν αὐτῷ παραγενέσθαι τοῖς λεγομένοις διʼ ὑπερβολὴν ἀπιστοῦντας, καὶ δωρεαῖς μεγάλαις προσεμφανίζειν τὴν περὶ αὐτὸν σπουδήν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.176 Joseph. AJ 8.181 (English) >>Joseph. AJ 8.184

Powered by PhiloLogic